Παρασκευή 2 Οκτωβρίου 2020

Η στάση μας απέναντι στους αιρετικούς - Άγιος Εφραίμ ο Σύρος.

 

"Κατὰ πεῦσιν καὶ ἀπόκρισιν"

 Ἐρώτησις :   Πῶς γέγραπται περὶ τῶν αἱρετικῶν, ὅτι τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα; Καὶ ἀλλαχοῦ εἴρηται, ὅτι ὡς ἐχθροὺς Θεοῦ μισήσατε αὐτούς. Καὶ πάλιν ἀλλαχοῦ, ὅτι οὐ μισήσεις πάντα ἄνθρωπον.

 Ἀπόκρισις : Τοὺς αἱρεσιώτας, ὡς βλασφήμους καὶ τοῦ Θεοῦ ἐχθρούς, ἡ Γραφὴ οὐκ ὠνόμασεν ἀνθρώπους, ἀλλὰ κύνας καὶ λύκους καὶ χοίρους καὶ ἀντιχρίστους, καθὼς φησὶν ὁ Κύριος· μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί. Καὶ Ἰωάννης λέγει, ὅτι ἀντίχριστοι πολλοὶ γεγόνασι. Τούτους οὖν οὐ χρὴ ἀγαπᾶν, οὐδὲ συνδυάζειν, οὐδὲ συνεύχεσθαι, οὐδὲ συνεσθίειν, οὐδὲ λαμβάνειν εἰς οἶκον, οὐδὲ χαίρειν αὐτοῖς λέγειν· ἵνα μὴ τῶν ἔργων πονηρῶν αὐτῶν κοινωνήσωμεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου